previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

1155φεῦ:
οὐκ ἔστιν οὐδὲν κρεῖσσον φίλος σαφής,
οὐ πλοῦτος, οὐ τυραννίς: ἀλόγιστον δέ τι
τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.
σὺ γὰρ τά τ᾽ εἰς Αἴγισθον ἐξηῦρες κακὰ
καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί,
1160νῦν τ᾽ αὖ δίδως μοι πολεμίων τιμωρίαν
κοὐκ ἐκποδὼν εἶπαύσομαί σ᾽ αἰνῶν, ἐπεὶ
βάρος τι κἀν τῷδ᾽ ἐστίν, αἰνεῖσθαι λίαν.
ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν
δράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,
1165ἵν᾽ ἀνταναλώσω μὲν οἵ με προύδοσαν,
στένωσι δ᾽ οἵπερ κἄμ᾽ ἔθηκαν ἄθλιον.
Ἀγαμέμνονός τοι παῖς πέφυχ᾽, ὃς Ἑλλάδος
ἦρξ᾽ ἀξιωθείς, οὐ τύραννος, ἀλλ᾽ ὅμως
ῥώμην θεοῦ τιν᾽ ἔσχε: ὃν οὐ καταισχυνῶ
1170δοῦλον παρασχὼν θάνατον, ἀλλ᾽ ἐλευθέρως
ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.
ἑνὸς γὰρ εἰ λαβοίμεθ᾽, εὐτυχοῖμεν ἄν,
εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία
κτανοῦσι μὴ θανοῦσιν: εὔχομαι τάδε.
1175 βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα
πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.

Ἠλέκτρα

ἐγώ, κασίγνητ᾽, αὐτὸ τοῦτ᾽ ἔχειν δοκῶ,
σωτηρίαν σοὶ τῷδέ τ᾽ ἐκ τρίτων τ᾽ ἐμοί.

Ὀρέστης

θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε;
1180ἐπεὶ τὸ συνετόν γ᾽ οἶδα σῇ ψυχῇ παρόν.

Ἠλέκτρα

ἄκουε δή νυν: καὶ σὺ δεῦρο νοῦν ἔχε.

Ὀρέστης

λέγ᾽: ὡς τὸ μέλλειν ἀγάθ᾽ ἔχει τιν᾽ ἡδονήν.

Ἠλέκτρα

Ἑλένης κάτοισθα θυγατέρ᾽; εἰδότ᾽ ἠρόμην.

Ὀρέστης

οἶδ᾽, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.

Ἠλέκτρα

1185αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον.

Ὀρέστης

τί χρῆμα δράσουσ᾽; ὑποτίθης τίν᾽ ἐλπίδα;

Ἠλέκτρα

χοὰς κατασπείσουσ᾽ ὑπὲρ μητρὸς τάφῳ.

Ὀρέστης

καὶ δὴ τί μοι τοῦτ᾽ εἶπας ἐς σωτηρίαν;

Ἠλέκτρα

ξυλλάβεθ᾽ ὅμηρον τήνδ᾽, ὅταν στείχῃ πάλιν.

Ὀρέστης

1190τίνος τόδ᾽ εἶπας φάρμακον τρισσοῖς φίλοις;

Ἠλέκτρα

Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ
τόνδε κἀμέπᾶν γὰρ ἓν φίλον τόδε
λέγ᾽ ὡς φονεύσεις Ἑρμιόνην: ξίφος δὲ χρὴ
δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντ᾽ ἔχειν.
1195κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην
Ἑλένης Μενέλεως πτῶμ᾽ ἰδὼν ἐν αἵματι,
μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας:
ἢν δ᾽ ὀξυθύμου μὴ κρατῶν φρονήματος
κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην.
1200καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ,
χρόνῳ μαλάξειν σπλάγχνον: οὔτε γὰρ θρασὺς
οὔτ᾽ ἄλκιμος πέφυκε. τήνδ᾽ ἡμῖν ἔχω
σωτηρίας ἔπαλξιν. εἴρηται λόγος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: