previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

τὰς φρένας μὲν ἄρσενας κεκτημένη,
1205τὸ σῶμα δ᾽ ἐν γυναιξὶ θηλείαις πρέπον,
ὡς ἀξία ζῆν μᾶλλον θανεῖν ἔφυς.
Πυλάδη, τοιαύτης ἆρ᾽ ἁμαρτήσῃ τάλας
γυναικὸς ζῶν μακάριον κτήσῃ λέχος.

Πυλάδης

εἰ γὰρ γένοιτο, Φωκέων δ᾽ ἔλθοι πόλιν
1210καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.

Ὀρέστης

ἥξει δ᾽ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;
ὡς τἄλλα γ᾽ εἶπας, εἴπερ εὐτυχήσομεν,
κάλλισθ᾽, ἑλόντες σκύμνον ἀνοσίου πατρός.

Ἠλέκτρα

καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ:
1215τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.

Ὀρέστης

καλῶς: σὺ μέν νυν, σύγγον᾽ Ἠλέκτρα, δόμων
πάρος μένουσα παρθένου δέχου πόδα,
φύλασσε δ᾽ ἤν τις, πρὶν τελευτηθῇ φόνος,
ξύμμαχός τις κασίγνητος πατρός,
1220ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τ᾽ ἐς δόμους,
σανίδα παίσασ᾽ λόγους πέμψασ᾽ ἔσω:
ἡμεῖς δ᾽ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον
ἀγῶν᾽ ὁπλιζώμεσθα φασγάνῳ χέρας,
Πυλάδη: σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους.
1225

δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ,
καλεῖ σ᾽ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν
τοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλας
ἀδίκως: προδέδομαι δ᾽ ὑπὸ κασιγνήτου σέθεν,
δίκαια πράξας: οὗ θέλω δάμαρθ᾽ ἑλὼν
1230κτεῖναι: σὺ δ᾽ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ.

Ἠλέκτρα

πάτερ, ἱκοῦ δῆτ᾽, εἰ κλύεις ἔσω χθονὸς
τέκνων καλούντων, οἳ σέθεν θνῄσκουσ᾽ ὕπερ.

Πυλάδης

συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,
Ἀγάμεμνον, εἰσάκουσον: ἔκσῳσον τέκνα.

Ὀρέστης

1235ἔκτεινα μητέρα

Ἠλέκτρα
ἡψάμην δ᾽ ἐγὼ ξίφους

Πυλάδης

ἐγὼ δ᾽ἐπεβούλευσακἀπέλυσ᾽ ὄκνου

Ὀρέστης

σοί, πάτερ, ἀρήγων.

Ἠλέκτρα
οὐδ᾽ ἐγὼ προύδωκά σε.

Πυλάδης

οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα;

Ὀρέστης

δακρύοις κατασπένδω σε.

Ἠλέκτρα
ἐγὼ δ᾽ οἴκτοισί γε.

Πυλάδης

1240παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα.
εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσ᾽ ἀραί,
κλύει. σὺ δ᾽, Ζεῦ πρόγονε καὶ Δίκης σέβας,
δότ᾽ εὐτυχῆσαι τῷδ᾽ ἐμοί τε τῇδέ τε:
τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία,
1245 ζῆν ἅπασιν θανεῖν ὀφείλεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: