Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἠλέκτρα
Μυκηνίδες ὦ φίλαι,
τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων. Χορός
τίνα θροεῖς αὐδάν, πότνια; παραμένει
1250γὰρ ἔτι σοι τόδ᾽ ἐν Δαναϊδῶν πόλει. Ἠλέκτρα
στῆθ᾽ αἳ μὲν ὑμῶν τόνδ᾽ ἁμαξήρη τρίβον,
αἳ δ᾽ ἐνθάδ᾽ ἄλλον οἶμον ἐς φρουρὰν δόμων. Χορός
τί δέ με τόδε χρέος ἀπύεις;
ἔνεπέ μοι, φίλα. Ἠλέκτρα
1255φόβος ἔχει με μή τις ἐπὶ δώμασι
σταθεὶς ἐπὶ φοίνιον αἷμα
πήματα πήμασιν ἐξεύρῃ. Ἡμίχορος
χωρεῖτ᾽, ἐπειγώμεσθ᾽: ἐγὼ μὲν οὖν τρίβον
τόνδ᾽ ἐκφυλάξω, τὸν πρὸς ἡλίου βολάς. Ἡμίχορος
1260καὶ μὴν ἐγὼ τόνδ᾽, ὃς πρὸς ἑσπέραν φέρει. Ἠλέκτρα
δόχμιά νυν κόρας διάφερ᾽ ὀμμάτων. Χορός
ἐκεῖθεν ἐνθάδ᾽, εἶτα παλινσκοπιὰν
1265ἔχομεν, ὡς θροεῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.