previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

σαφῶς λέγ᾽ ἡμῖν αὔθ᾽ ἕκαστα τἀν δόμοις.
τὰ γὰρ πρὶν οὐκ εὔγνωστα συμβαλοῦσ᾽ ἔχω.

Φρύξ

1395αἴλινον αἴλινον ἀρχὰν θανάτου
βάρβαροι λέγουσιν, αἰαῖ,
Ἀσιάδι φωνᾷ, βασιλέων
ὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσιν
σιδαρέοισιν Ἅιδα.
1400ἦλθον ἐς δόμους, ἵν᾽ αὔθ᾽ ἕ-
καστά σοι λέγω, λέοντες
Ἕλλανες δύο διδύμω:
τῷ μὲν στρατηλάτας πατὴρ ἐκλῄζεθ᾽,
δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,
οἷος Ὀδυσσεύς, σιγᾷ δόλιος,
1405πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν,
ξυνετὸς πολέμου, φόνιός τε δράκων.
ἔρροι τᾶς ἡσύχου
προνοίας κακοῦργος ὤν.
οἳ δὲ πρὸς θρόνους ἔσω
μολόντες ἇς ἔγημ᾽ τοξότας Πάρις
1410γυναικός, ὄμμα δακρύοις
πεφυρμένοι, ταπεινοὶ
ἕζονθ᾽, μὲν τὸ κεῖθεν, δὲ
τὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι.
περὶ δὲ γόνυ χέρας ἱκεσίους ἔβαλον ἔβαλον
1415Ἑλένας ἄμφω.
ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον
ἀμφίπολοι Φρύγες:
προσεῖπε δ᾽ ἄλλος ἄλλον ἐν φόβῳ πεσών,
μή τις εἴη δόλος.
1420κἀδόκει τοῖς μὲν οὔ,
τοῖς δ᾽ ἐς ἀρκυστάταν
μηχανὰν ἐμπλέκειν
παῖδα τὰν Τυνδαρίδ᾽
μητροφόντας δράκων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 627
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: