previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

ποῦ δ᾽ ἦτ᾽ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;

Φρύξ

ἰαχᾷ
δόμων θύρετρα καὶ σταθμοὺς
μοχλοῖσιν ἐκβαλόντες, ἔνθ᾽ ἐμίμνομεν,
1475βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης,
μὲν πέτρους, δ᾽ ἀγκύλας,
δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.
ἔναντα δ᾽ ἦλθε Πυλάδης
ἀλίαστος, οἷος οἷος Ἕκ-
1480τωρ Φρύγιος τρικόρυθος Αἴας,
ὃν εἶδον εἶδον ἐν πύλαις
Πριαμίσι: φασγάνων δ᾽ ἀκμὰς
συνήψαμεν.
δὴ τότε διαπρεπεῖς τότ᾽ ἐγένοντο Φρύγες,
ὅσον Ἄρεως ἀλκὰν
1485ἥσσονες Ἑλλάδος ἐγενόμεθ᾽ αἰχμᾶς,
μὲν οἰχόμενος φυγάς, δὲ νέκυς ὤν,
δὲ τραῦμα φέρων, δὲ λισσόμενος,
θανάτου προβολάν:
ὑπὸ σκότον δ᾽ ἐφεύγομεν:
νεκροὶ δ᾽ ἔπιπτον, οἳ δ᾽ ἔμελλον, οἳ δ᾽ ἔκειντ᾽.
1490ἔμολε δ᾽ τάλαιν᾽ Ἑρμιόνα δόμους
ἐπὶ φόνῳ χαμαιπετεῖ ματρός,
νιν ἔτεκεν τλάμων.
ἄθυρσοι δ᾽
οἷά νιν δραμόντε Βάκχαι
σκύμνον ἐν χεροῖν ὀρείαν
ξυνήρπασαν: πάλιν δὲ τὰν Διὸς κόραν
ἐπὶ σφαγὰν ἔτεινον: δ᾽
ἐκ θαλάμων
1495ἐγένετο διαπρὸ δωμάτων
ἄφαντος, Ζεῦ καὶ γᾶ
καὶ φῶς καὶ νύξ,
ἤτοι φαρμάκοισιν
μάγων τέχναις θεῶν κλοπαῖς.
τὰ δ᾽ ὕστερ᾽ οὐκέτ᾽ οἶδα: δρα-
πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα.
1500πολύπονα δὲ πολύπονα πάθεα
Μενέλεως ἀνασχόμενος ἀνόνητον ἀ-
πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.

Χορός

καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε:
ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων
1505βαίνοντ᾽ Ὀρέστην ἐπτοημένῳ ποδί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 335
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: