previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ὀρέστης

ποῦ 'στιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;

Φρύξ

προσκυνῶ σ᾽, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.

Ὀρέστης

οὐκ ἐν Ἰλίῳ τάδ᾽ ἐστίν, ἀλλ᾽ ἐν Ἀργείᾳ χθονί.

Φρύξ

πανταχοῦ ζῆν ἡδὺ μᾶλλον θανεῖν τοῖς σώφροσιν.

Ὀρέστης

1510οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν;

Φρύξ

σοὶ μὲν οὖν ἔγωγ᾽ ἀμύνειν: ἀξιώτερος γὰρ εἶ.

Ὀρέστης

ἐνδίκως Τυνδάρειος ἆρα παῖς διώλετο;

Φρύξ

ἐνδικώτατ᾽, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν.

Ὀρέστης

δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν.

Φρύξ

1515οὐ γάρ, ἥτις Ἑλλάδ᾽ αὐτοῖς Φρυξὶ διελυμήνατο;

Ὀρέστης

ὄμοσονεἰ δὲ μή, κτενῶ σεμὴ λέγειν ἐμὴν χάριν.

Φρύξ

τὴν ἐμὴν ψυχὴν κατώμοσ᾽, ἣν ἂν εὐορκοῖμ᾽ ἐγώ.

Ὀρέστης

ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;

Φρύξ

ἄπεχε φάσγανον: πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.

Ὀρέστης

1520μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόν᾽ εἰσιδών;

Φρύξ

μὴ μὲν οὖν νεκρός: τὸ Γοργοῦς δ᾽ οὐ κάτοιδ᾽ ἐγὼ κάρα.

Ὀρέστης

δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σ᾽ ἀπαλλάξει κακῶν;

Φρύξ

πᾶς ἀνήρ, κἂν δοῦλος τις, ἥδεται τὸ φῶς ὁρῶν.

Ὀρέστης

εὖ λέγεις: σῴζει σε σύνεσις. ἀλλὰ βαῖν᾽ ἔσω δόμων.

Φρύξ

1525οὐκ ἄρα κτενεῖς με;

Ὀρέστης
ἀφεῖσαι.

Φρύξ
καλὸν ἔπος λέγεις τόδε.

Ὀρέστης

ἀλλὰ μεταβουλευσόμεσθα.

Φρύξ
τοῦτο δ᾽ οὐ καλῶς λέγεις.

Ὀρέστης

μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην:
οὔτε γὰρ γυνὴ πέφυκαςοὔτ᾽ ἐν ἀνδράσιν σύ γ᾽ εἶ.
τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκ᾽ ἐξῆλθον δόμων:
1530ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.
Μενέλεων δ᾽ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους:
ἀλλ᾽ ἴτω ξανθοῖς ἐπ᾽ ὤμων βοστρύχοις γαυρούμενος:
εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,
τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλει
1535σύγγονόν τ᾽ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι,
παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: