Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
— ἰὼ ἰὼ τύχα,
ἕτερον εἰς ἀγῶν᾽, ἕτερον αὖ δόμος
φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.
— τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε;
1540ἢ σῖγ᾽ ἔχωμεν; ἀσφαλέστερον, φίλαι.
— ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει
θοάζων ὅδ᾽ αἰθέρος ἄνω καπνός.
— ἅπτουσι πεύκας, ὡς πυρώσοντες δόμους
τοὺς Τανταλείους, οὐδ᾽ ἀφίστανται φόνου.
1545 — τέλος ἔχει δαίμων βροτοῖς,
τέλος ὅπᾳ θέλῃ.
— μεγάλα δέ τις ἁ δύναμις † δι᾽ ἀλαστόρων
ἔπεσ᾽ ἔπεσε μέλαθρα τάδε δι᾽ αἱμάτων †
διὰ τὸ Μυρτίλου πέσημ᾽ ἐκ δίφρου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.