previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Μενέλαος

ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια
1555δισσοῖν λεόντοιν: οὐ γὰρ ἄνδρ᾽ αὐτὼ καλῶ.
ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον
ὡς οὐ τέθνηκεν, ἀλλ᾽ ἄφαντος οἴχεται
κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς
ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου
1560τεχνάσματ᾽ ἐστὶ ταῦτα καὶ πολὺς γέλως.
ἀνοιγέτω τις δῶμα: προσπόλοις λέγω
ὠθεῖν πύλας τάσδ᾽, ὡς ἂν ἀλλὰ παῖδ᾽ ἐμὴν
ῥυσώμεθ᾽ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων,
καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτ᾽ ἐμὴν
1565λάβωμεν, δεῖ ξυνθανεῖν ἐμῇ χερὶ
τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον.

Ὀρέστης

οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί:
Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει:
τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν,
1570ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.
μοχλοῖς δ᾽ ἄραρε κλῇθρα, σῆς βοηδρόμου
σπουδῆς σ᾽ εἴρξει, μὴ δόμων ἔσω περᾶν.

Μενέλαος

ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,
δόμων δ᾽ ἐπ᾽ ἄκρων τούσδε πυργηρουμένους,
1575ξίφος δ᾽ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ.

Ὀρέστης

πότερον ἐρωτᾶν κλύειν ἐμοῦ θέλεις;

Μενέλαος

οὐδέτερ᾽: ἀνάγκη δ᾽, ὡς ἔοικε, σου κλύειν.

Ὀρέστης

μέλλω κτενεῖν σου θυγατέρ᾽, εἰ βούλῃ μαθεῖν.

Μενέλαος

Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον;

Ὀρέστης

1580εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.

Μενέλαος

ἀρνῇ κατακτὰς κἀφ᾽ ὕβρει λέγεις τάδε;

Ὀρέστης

λυπράν γε τὴν ἄρνησιν: εἰ γὰρ ὤφελον

Μενέλαος

τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.

Ὀρέστης

τὴν Ἑλλάδος μιάστορ᾽ εἰς Ἅιδου βαλεῖν.

Μενέλαος

1585ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ.

Ὀρέστης

θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν.

Μενέλαος

μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον;

Ὀρέστης

πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.

Μενέλαος

οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;

Ὀρέστης

1590οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.

Μενέλαος

καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου;

Ὀρέστης

φησὶν σιωπῶν: ἀρκέσω δ᾽ ἐγὼ λέγων.

Μενέλαος

ἀλλ᾽ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς.

Ὀρέστης

οὐ φευξόμεσθα: πυρὶ δ᾽ ἀνάψομεν δόμους.

Μενέλαος

1595 γὰρ πατρῷον δῶμα πορθήσεις τόδε;

Ὀρέστης

ὡς μή γ᾽ ἔχῃς σύ, τήνδ᾽ ἐπισφάξας πυρί.

Μενέλαος

κτεῖν᾽: ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: