previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

ἔσται τάδε.

Μενέλαος
, μηδαμῶς δράσῃς τάδε.

Ὀρέστης

σίγα νυν, ἀνέχου δ᾽ ἐνδίκως πράσσων κακῶς.

Μενέλαος

1600 γὰρ δίκαιον ζῆν σε;

Ὀρέστης
καὶ κρατεῖν γε γῆς.

Μενέλαος

ποίας;

Ὀρέστης
ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ.

Μενέλαος

εὖ γοῦν θίγοις ἂν χερνίβων

Ὀρέστης
τί δὴ γὰρ οὔ;

Μενέλαος

καὶ σφάγια πρὸ δορὸς καταβάλοις.

Ὀρέστης
σὺ δ᾽ ἂν καλῶς;

Μενέλαος

ἁγνὸς γάρ εἰμι χεῖρας.

Ὀρέστης
ἀλλ᾽ οὐ τὰς φρένας.

Μενέλαος

1605τίς δ᾽ ἂν προσείποι σέ;

Ὀρέστης
ὅστις ἐστὶ φιλοπάτωρ.

Μενέλαος

ὅστις δὲ τιμᾷ μητέρα;

Ὀρέστης
εὐδαίμων ἔφυ.

Μενέλαος

οὔκουν σύ γε.

Ὀρέστης
οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.

Μενέλαος

ἄπαιρε θυγατρὸς φάσγανον.

Ὀρέστης
ψευδὴς ἔφυς.

Μενέλαος

ἀλλὰ κτενεῖς μου θυγατέρα;

Ὀρέστης
οὐ ψευδὴς ἔτ᾽ εἶ.

Μενέλαος

1610οἴμοι, τί δράσω;

Ὀρέστης
πεῖθ᾽ ἐς Ἀργείους μολὼν

Μενέλαος

πειθὼ τίνα;

Ὀρέστης
ἡμᾶς μὴ θανεῖν: αἰτοῦ πόλιν.

Μενέλαος

παῖδά μου φονεύσετε;

Ὀρέστης
ὧδ᾽ ἔχει τάδε.

Μενέλαος

τλῆμον Ἑλένη

Ὀρέστης
τἀμὰ δ᾽ οὐχὶ τλήμονα;

Μενέλαος

σὲ σφάγιον ἐκόμισ᾽ ἐκ Φρυγῶν

Ὀρέστης
εἰ γὰρ τόδ᾽ ἦν.

Μενέλαος

1615πόνους πονήσας μυρίους.

Ὀρέστης
πλήν γ᾽ εἰς ἐμέ.

Μενέλαος

πέπονθα δεινά.

Ὀρέστης
τότε γὰρ ἦσθ᾽ ἀνωφελής.

Μενέλαος

ἔχεις με.

Ὀρέστης
σαυτὸν σύ γ᾽ ἔλαβες κακὸς γεγώς.
ἀλλ᾽ εἶ᾽, ὕφαπτε δώματ᾽, Ἠλέκτρα, τάδε:
σύ τ᾽, φίλων μοι τῶν ἐμῶν σαφέστατε,
1620Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.

Μενέλαος

γαῖα Δαναῶν ἱππίου τ᾽ Ἄργους κτίται,
οὐκ εἶ᾽ ἐνόπλῳ ποδὶ βοηδρομήσετε;
πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν
ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: