Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὀρέστης
ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων.
οὐ ψευδόμαντις ἦσθ᾽ ἄρ᾽, ἀλλ᾽ ἐτήτυμος.
καίτοι μ᾽ ἐσῄει δεῖμα, μή τινος κλύων
ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.
1670ἀλλ᾽ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις.
ἰδού, μεθίημ᾽ Ἑρμιόνην ἀπὸ σφαγῆς,
καὶ λέκτρ᾽ ἐπῄνεσ᾽, ἡνίκ᾽ ἂν διδῷ πατήρ. Μενέλαος
ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ: ζηλῶ δέ σε
θεῶν κατοικήσασαν ὄλβιον δόμον.
1675Ὀρέστα, σοὶ δὲ παῖδ᾽ ἐγὼ κατεγγυῶ,
Φοίβου λέγοντος: εὐγενὴς δ᾽ ἀπ᾽ εὐγενοῦς
γήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ. Ἀπόλλων
χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν,
νείκας τε διαλύεσθε. Μενέλαος
πείθεσθαι χρεών. Ὀρέστης
1680κἀγὼ τοιοῦτος: σπένδομαι δὲ συμφοραῖς,
Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.