Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ὁρᾷς; ἐν πέπλοισι κινεῖ δέμας. Ἠλέκτρα
σὺ γάρ νιν, ὦ τάλαινα,
θωΰξασ᾽ ἔβαλες ἐξ ὕπνου. Χορός
εὕδειν μὲν οὖν ἔδοξα. Ἠλέκτρα
170οὐκ ἀφ᾽ ἡμῶν, οὐκ ἀπ᾽ οἴκων
πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις
μεθεμένα κτύπου; Χορός
ὑπνώσσει. Ἠλέκτρα
λέγεις εὖ.
πότνια, πότνια νύξ,
175ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,
ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος
τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.
180ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς
διοιχόμεθ᾽, οἰχόμεθα. κτύπον ἠγάγετ᾽: οὐχὶ σῖγα
σῖγα φυλασσομένα στόματος
185ἄνα κέλαδον ἀπὸ λέχεος ἥ-
συχον ὕπνου χάριν παρέξεις, φίλα;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.