previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε:
εἰ τόνδ᾽ ἀποκτείνειεν ὁμόλεκτρος γυνή,
χὡ τοῦδε παῖς αὖ μητέρ᾽ ἀνταποκτενεῖ,
510κἄπειθ᾽ κείνου γενόμενος φόνῳ φόνον
λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;
καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι:
ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν
οὐδ᾽ εἰς ἀπάντημ᾽, ὅστις αἷμ᾽ ἔχων κυροῖ,
515φυγαῖσι δ᾽ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.
αἰεὶ γὰρ εἷς ἔμελλ᾽ ἐνέξεσθαι φόνῳ,
τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.
ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,
πρώτην δὲ θυγατέρ᾽, πόσιν κατέκτανεν:
520Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτ᾽ αἰνέσω
οὐδ᾽ ἂν προσείποιμ᾽: οὐδὲ σὲ ζηλῶ, κακῆς
γυναικὸς ἐλθόνθ᾽ οὕνεκ᾽ ἐς Τροίας πέδον.
ἀμυνῶ δ᾽, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ,
τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον
525παύων, καὶ γῆν καὶ πόλεις ὄλλυσ᾽ ἀεί.

ἐπεὶ τίν᾽ εἶχες, τάλας, ψυχὴν τότε,
ὅτ᾽ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε
μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά,
δακρύοις γέροντ᾽ ὀφθαλμὸν ἐκτήκω τάλας.
530ἓν δ᾽ οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ:
μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,
μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων
ἄλλων ἀκούειν δεῖ μ᾽, γ᾽ εἰσορᾶν πάρα;
ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς
535μὴ πρᾶσσ᾽ ἐναντί᾽, ὠφελεῖν τοῦτον θέλων,
ἔα δ᾽ ὑπ᾽ ἀστῶν καταφονευθῆναι πέτροις,
μὴ 'πίβαινε Σπαρτιάτιδος χθονός.
θυγάτηρ δ᾽ ἐμὴ θανοῦσ᾽ ἔπραξεν ἔνδικα:
ἀλλ᾽ οὐχὶ πρὸς τοῦτ᾽ εἰκὸς ἦν αὐτὴν θανεῖν.
540ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ᾽ ἀνήρ,
πλὴν ἐς θυγατέρας: τοῦτο δ᾽ οὐκ εὐδαιμονῶ.

Χορός

ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα
καὶ μὴ 'πισήμους συμφορὰς ἐκτήσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: