previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

640λέγοιμ᾽ ἂν ἤδη. τὰ μακρὰ τῶν σμικρῶν λόγων
ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν.
ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,
δ᾽ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.
οὐ χρήματ᾽ εἶπον: χρήματ᾽, ἢν ψυχὴν ἐμὴν
645σῴσῃς, ἅπερ μοι φίλτατ᾽ ἐστὶ τῶν ἐμῶν. —

ἀδικῶ: λαβεῖν χρή μ᾽ ἀντὶ τοῦδε τοῦ κακοῦ
ἄδικόν τι παρὰ σοῦ: καὶ γὰρ Ἀγαμέμνων πατὴρ
ἀδίκως ἀθροίσας Ἑλλάδ᾽ ἦλθ᾽ ὑπ᾽ Ἴλιον,
οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλ᾽ ἁμαρτίαν
650τῆς σῆς γυναικὸς ἀδικίαν τ᾽ ἰώμενος.
ἓν μὲν τόδ᾽ ἡμῖν ἀνθ᾽ ἑνὸς δοῦναί σε χρή.
ἀπέδοτο δ᾽, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,
τὸ σῶμ᾽ ἀληθῶς, σοὶ παρ᾽ ἀσπίδ᾽ ἐκπονῶν,
ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.
655ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτ᾽ ἐκεῖ λαβών,
μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ
σωτήριος στάς, μὴ δέκ᾽ ἐκπλήσας ἔτη.

δ᾽ Αὐλὶς ἔλαβε σφάγι᾽ ἐμῆς ὁμοσπόρου,
ἐῶ σ᾽ ἔχειν ταῦθ᾽: Ἑρμιόνην μὴ κτεῖνε σύ.
660δεῖ γὰρ σ᾽ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν
πλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν.
ψυχὴν δ᾽ ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶ
κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον:
θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
665

ἐρεῖς: ἀδύνατον. αὐτὸ τοῦτο: τοὺς φίλους
ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν:
ὅταν δ᾽ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
ἀρκεῖ γὰρ αὐτὸς θεὸς ὠφελεῖν θέλων.
φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς:
670κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω:
ταύτης ἱκνοῦμαί σ᾽ μέλεος ἐμῶν κακῶν,
ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ:
ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς
675θανόντ᾽ ἀκούειν τάδε δόκει, ποτωμένην
ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἐγὼ λέγω,
ταὔτ᾽ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς.
εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν,
θηρῶν πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.

Χορός

680κἀγώ σ᾽ ἱκνοῦμαι καὶ γυνή περ οὖσ᾽ ὅμως
τοῖς δεομένοισιν ὠφελεῖν: οἷός τε δ᾽ εἶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (2):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.5.3
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter VI
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: