previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μενέλαος

Ὀρέστ᾽, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι:
καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
685ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός,
θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους:
τὸ δ᾽ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
690σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων.
μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
Πελασγὸν Ἄργος: εἰ δὲ μαλθακοῖς λόγοις
δυναίμεθ᾽, ἐνταῦθ᾽ ἐλπίδος προσήκομεν.
σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
695πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε.

ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,
ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον:
εἰ δ᾽ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
700ἴσως ἂν ἐκπνεύσειεν: ἢν δ᾽ ἀνῇ πνοάς,
τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
ἔνεστι δ᾽ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,
καραδοκοῦντι κτῆμα τιμιώτατον.
ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι
705πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς.
καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ
ἔβαψεν, ἔστη δ᾽ αὖθις, ἢν χαλᾷ πόδα.
μισεῖ γὰρ θεὸς τὰς ἄγαν προθυμίας,
μισοῦσι δ᾽ ἀστοί: δεῖ δέ μ᾽οὐκ ἄλλως λέγω
710σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων.
ἀλκῇ δέ σ᾽ οὐκ ἄν, σὺ δοξάζεις ἴσως,
σῴσαιμ᾽ ἄν: οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ
στῆσαι τροπαῖα τῶν κακῶν σοι πάρα.
οὐ γάρ ποτ᾽ Ἄργους γαῖαν ἐς τὸ μαλθακὸν
715προσηγόμεσθα: νῦν δ᾽ ἀναγκαίως ἔχει.
δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης

Ὀρέστης

πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν
τἄλλ᾽ οὐδέν, κάκιστε τιμωρεῖν φίλοις,
720φεύγεις ἀποστραφείς με, τὰ δ᾽ Ἀγαμέμνονος
φροῦδ᾽; ἄφιλος ἦσθ᾽ ἄρ᾽, πάτερ, πράσσων κακῶς.
οἴμοι, προδέδομαι, κοὐκέτ᾽ εἰσὶν ἐλπίδες,
ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω:
οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.
725

ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν
Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο,
ἡδεῖαν ὄψιν: πιστὸς ἐν κακοῖς ἀνὴρ
κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: