previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Πυλάδης

θᾶσσον με χρῆν προβαίνων ἱκόμην δι᾽ ἄστεως,
730σύλλογον πόλεως ἀκούσας, τὸν δ᾽ ἰδὼν αὐτὸς σαφῶς,
ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθ᾽ ἡλίκων ἐμοὶ
καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδ᾽ εἶ σύ μοι.

Ὀρέστης

οἰχόμεσθ᾽, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.

Πυλάδης

735συγκατασκάπτοις ἂν ἡμᾶς: κοινὰ γὰρ τὰ τῶν φίλων.

Ὀρέστης

Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.

Πυλάδης

εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.

Ὀρέστης

ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.

Πυλάδης

γάρ ἐστιν ὡς ἀληθῶς τήνδ᾽ ἀφιγμένος χθόνα;

Ὀρέστης

740χρόνιος: ἀλλ᾽ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.

Πυλάδης

καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;

Ὀρέστης

οὐκ ἐκεῖνος, ἀλλ᾽ ἐκείνη κεῖνον ἐνθάδ᾽ ἤγαγεν.

Πυλάδης

ποῦ 'στιν πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;

Ὀρέστης

ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδ᾽ ἐμοὺς καλεῖν χρεών.

Πυλάδης

745σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός;

Ὀρέστης

μή μ᾽ ἰδεῖν θανόνθ᾽ ὑπ᾽ ἀστῶν καὶ κασιγνήτην ἐμήν.

Πυλάδης

πρὸς θεῶν, τί πρὸς τάδ᾽ εἶπε; τόδε γὰρ εἰδέναι θέλω.

Ὀρέστης

εὐλαβεῖθ᾽, τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.

Πυλάδης

σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντ᾽ ἔχω μαθών.

Ὀρέστης

750οὗτος ἦλθ᾽, τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.

Πυλάδης

Τυνδάρεων λέγεις: ἴσως σοι θυγατέρος θυμούμενος;

Ὀρέστης

αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετ᾽ πατρός.

Πυλάδης

κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;

Ὀρέστης

οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δ᾽ ἄλκιμος.

Πυλάδης

755ἐν κακοῖς ἄρ᾽ εἶ μεγίστοις: καί σ᾽ ἀναγκαῖον θανεῖν;

Ὀρέστης

ψῆφον ἀμφ᾽ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.

Πυλάδης

κρινεῖ τί χρῆμα; λέξον: διὰ φόβου γὰρ ἔρχομαι.

Ὀρέστης

θανεῖν ζῆν: μῦθος οὐ μακρὸς μακρῶν πέρι.

Πυλάδης

φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.

Ὀρέστης

760οὐχ ὁρᾷς; φυλασσόμεσθα φρουρίοισι πανταχῇ.

Πυλάδης

εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.

Ὀρέστης

ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: