previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπὶ τῷδε δ᾽ ἠγόρευε Διομήδης ἄναξ.
οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον
900εἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν.
ἐπερρόθησαν δ᾽ οἳ μὲν ὡς καλῶς λέγοι,
οἳ δ᾽ οὐκ ἐπῄνουν. κἀπὶ τῷδ᾽ ἀνίσταται
ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει,
Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,
905θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ,
πιθανὸς ἔτ᾽ αὐτοὺς περιβαλεῖν κακῷ τινι:
ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς
πείθῃ τὸ πλῆθος, τῇ πόλει κακὸν μέγα:
ὅσοι δὲ σὺν νῷ χρηστὰ βουλεύουσ᾽ ἀεί,
910κἂν μὴ παραυτίκ᾽, αὖθίς εἰσι χρήσιμοι
πόλει. θεᾶσθαι δ᾽ ὧδε χρὴ τὸν προστάτην
ἰδόνθ᾽: ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται
τῷ τοὺς λόγους λέγοντι καὶ τιμωμένῳ.
ὃς εἶπ᾽ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις
915βάλλοντας: ὑπὸ δ᾽ ἔτεινε Τυνδάρεως λόγους
τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν.

ἄλλος δ᾽ ἀναστὰς ἔλεγε τῷδ᾽ ἐναντία,
μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δ᾽ ἀνήρ,
ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,
920αὐτουργόςοἵπερ καὶ μόνοι σῴζουσι γῆν
ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,
ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον:
ὃς εἶπ᾽ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,
925κακὴν γυναῖκα κἄθεον κατακτανών,
κεῖν᾽ ἀφῄρει, μήθ᾽ ὁπλίζεσθαι χέρα
μήτε στρατεύειν ἐκλιπόντα δώματα,
εἰ τἄνδον οἰκουρήμαθ᾽ οἱ λελειμμένοι
φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.
930καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: