previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἠλέκτρα

φίλταται γυναῖκες, ἅνδρες αὐτίκα
τελοῦσι τοὔργον: ἀλλὰ σῖγα πρόσμενε.

Χορός
πῶς δή; τί νῦν πράσσουσιν;

Ἠλέκτρα
μὲν ἐς τάφον
λέβητα κοσμεῖ, τὼ δ᾽ ἐφέστατον πέλας.

Χορός
σὺ δ᾽ ἐκτὸς ᾖξας πρὸς τί;

Ἠλέκτρα
φρουρήσουσ᾽ ὅπως
Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω.

Κλυταιμνήστρα

αἰαῖ. ἰὼ στέγαι
1405φίλων ἔρημοι, τῶν δ᾽ ἀπολλύντων πλέαι.

Ἠλέκτρα

βοᾷ τις ἔνδον: οὐκ ἀκούετ᾽, φίλαι;

Χορός

ἤκουσ᾽ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.

Κλυταιμνήστρα

οἴμοι τάλαιν᾽: Αἴγισθε, ποῦ ποτ᾽ ὢν κυρεῖς;

Ἠλέκτρα
ἰδοὺ μάλ᾽ αὖ θροεῖ τις.

Κλυταιμνήστρα
τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν.

Ἠλέκτρα
ἀλλ᾽ οὐκ ἐκ σέθεν
ᾠκτίρεθ᾽ οὗτος οὐδ᾽ γεννήσας πατήρ.

Χορός

πόλις, γενεὰ τάλαινα, νῦν σοι
μοῖρα καθαμερία φθίνει φθίνει.

Κλυταιμνήστρα
ὤμοι πέπληγμαι.

Ἠλέκτρα
παῖσον, εἰ σθένεις, διπλῆν.

Κλυταιμνήστρα
ὤμοι μάλ᾽ αὖθις.

Ἠλέκτρα
εἰ γὰρ Αἰγίσθῳ θ᾽ ὁμοῦ.

Χορός

τελοῦσ᾽ ἀραί: ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.
1420παλίρρυτον γὰρ αἷμ᾽ ὑπεξαιροῦσι τῶν
κτανόντων οἱ πάλαι θανόντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: