previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Αἴγισθος

τίς οἶδεν ὑμῶν ποῦ ποθ᾽ οἱ Φωκῆς ξένοι,
οὕς φασ᾽ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον
λελοιπόθ᾽ ἱππικοῖσιν ἐν ναυαγίοις;
1445σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάρος
χρόνῳ θρασεῖαν: ὡς μάλιστα σοὶ μέλειν
οἶμαι, μάλιστα δ᾽ ἂν κατειδυῖαν φράσαι.

Ἠλέκτρα

ἔξοιδα: πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν
ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης.

Αἴγισθος

1450ποῦ δῆτ᾽ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με.

Ἠλέκτρα

ἔνδον: φίλης γὰρ προξένου κατήνυσαν.

Αἴγισθος

καὶ θανόντ᾽ ἤγγειλαν ὡς ἐτητύμως;

Ἠλέκτρα

οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον.

Αἴγισθος

πάρεστ᾽ ἄρ᾽ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;

Ἠλέκτρα

1455πάρεστι δῆτα, καὶ μάλ᾽ ἄζηλος θέα.

Αἴγισθος

πολλὰ χαίρειν μ᾽ εἶπας οὐκ εἰωθότως.

Ἠλέκτρα

χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε.

Αἴγισθος

σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας
πᾶσιν Μυκηναίοισιν Ἀργείοις θ᾽ ὁρᾶν,
1460ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος
ἐξῄρετ᾽ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν
στόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίαν
ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.

Ἠλέκτρα

καὶ δὴ τελεῖται τἀπ᾽ ἐμοῦ: τῷ γὰρ χρόνῳ
1465νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1228
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.pos=2.1
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: