previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χρυσόθεμις

ὑφ᾽ ἡδονῆς τοι, φιλτάτη, διώκομαι
τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν:
φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν
πάροιθεν εἶχες καὶ κατέστενες κακῶν

Ἠλέκτρα

875πόθεν δ᾽ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων
ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστ᾽ ἰδεῖν;

Χρυσόθεμις

πάρεστ᾽ Ὀρέστης ἡμίν, ἴσθι τοῦτ᾽ ἐμοῦ
κλύουσ᾽, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.

Ἠλέκτρα

ἀλλ᾽ μέμηνας, τάλαινα, κἀπὶ τοῖς
880σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;

Χρυσόθεμις

μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλ᾽ οὐχ ὕβρει
λέγω τάδ᾽, ἀλλ᾽ ἐκεῖνον ὡς παρόντα νῷν.

Ἠλέκτρα

οἴμοι τάλαινα: καὶ τίνος βροτῶν λόγον
τόνδ᾽ εἰσακούσασ᾽ ὧδε πιστεύεις ἄγαν;

Χρυσόθεμις

885ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ
σημεῖ᾽ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.

Ἠλέκτρα

τίν᾽, τάλαιν᾽, ἔχουσα πίστιν; ἐς τί μοι
βλέψασα θάλπει τῷδ᾽ ἀνηκέστῳ πυρί;

Χρυσόθεμις

πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου
890τὸ λοιπὸν φρονοῦσαν μωρὰν λέγῃς.

Ἠλέκτρα

σὺ δ᾽ οὖν λέγ᾽, εἴ σοι τῷ λόγῳ τις ἡδονή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1456
  • Cross-references to this page (1):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, PARTICLES
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: