Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[117]
τούτων ἕκαστος, Αἰσχίνη, τῆς μὲν ἀρχῆς ἧς ἦρχεν ὑπεύθυνος ἦν, ἐφ᾽ οἷς δ᾽ ἐστεφανοῦτο οὐχ ὑπεύθυνος. οὐκοῦν οὐδ᾽ ἐγώ: ταὐτὰ γὰρ δίκαι᾽ ἐστί μοι περὶ τῶν αὐτῶν τοῖς ἄλλοις δήπου. ἐπέδωκα: ἐπαινοῦμαι διὰ ταῦτα, οὐκ ὢν ὧν ἔδωχ᾽ ὑπεύθυνος. ἦρχον: καὶ δέδωκά γ᾽ εὐθύνας ἐκείνων, οὐχ ὧν ἐπέδωκα. νὴ Δί᾽, ἀλλ᾽ ἀδίκως ἦρξα. εἶτα παρών, ὅτε μ᾽ εἰσῆγον οἱ λογισταί, οὐ κατηγόρεις;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.