Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
σκέψασθε τοίνυν ὅσον ἀργύριον οὗτοι παρὰ τοὺς κλινοποιοὺς κλέπτουσι, τετταράκοντα μὲν μνᾶς αὐτὸ τὸ ἀρχαῖον, δέκα δ᾽ ἐτῶν τὸ ἔργον αὐτῶν δύο τάλαντα: δώδεκα γὰρ μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον αὐτῶν ἐλάμβανον. ἆρα μικρόν τι καὶ ἐξ ἀφανοῦς ποθεν καὶ παραλογίσασθαι. ῥᾴδιον, ἀλλ᾽ οὐ φανερῶς οὑτωσὶ μικροῦ δεῖν τρία τάλαντα ταῦτ᾽ ἀνηρπάκασιν; ὧν κοινῇ διαπεφορημένων τὸ τρίτον δήπου μέρος παρὰ τούτου μοι προσήκει κεκομίσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.