Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
καὶ μήν, ὦ ἄνδρες δικασταί, καὶ τὰ περὶ τοῦ ἐλέφαντος καὶ σιδήρου τοῦ καταλειφθέντος παραπλήσιά πως τούτοις πεποιήκασιν: οὐδὲ γὰρ ταῦτ᾽ ἀποφαίνουσιν. καίτοι κεκτημένον μὲν τοσούτους κλινοποιούς, κεκτημένον δὲ μαχαιροποιοὺς οὐχ οἷόν τε μὴ οὐχὶ καὶ σίδηρον καὶ ἐλέφαντα καταλιπεῖν, ἀλλ᾽ ἀνάγκη ταῦτά γ᾽ ὑπάρχειν: τί γὰρ ἂν ἠργάζοντο τούτων μὴ ὑπαρξάντων;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.