Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
περὶ ὧν, ὦ ἄνδρες, μικρῷ πλείω βούλομαι
διελθεῖν, καὶ ὑμῶν ἀκοῦσαι δέομαι καὶ μὴ νομίζειν ἀλλοτρίους εἶναι τοὺς
τοιούτους λόγους1 τῶν δημοσίων ἀγώνων2: αἱ γὰρ τῶν ἀγαθῶν ἀνδρῶν εὐλογίαι τὸν
ἔλεγχον σαφῆ κατὰ τῶν τἀναντία ἐπιτηδευόντων ποιοῦσιν. ἔτι δὲ καὶ δίκαιον
τὸν ἔπαινον, ὃς μόνος ἆθλον τῶν κινδύνων τοῖς ἀγαθοῖς ἀνδράσιν ἐστί,
τοῦτον, ἐπειδὴ καὶ ἐκεῖνοι εἰς τὴν κοινὴν σωτηρίαν τῆς πόλεως τὰς ψυχὰς
τὰς3 αὑτῶν ἀνήλωσαν,4 ἐν τοῖς δημοσίοις καὶ κοινοῖς ἀγῶσι τῆς
πόλεως μὴ παραλείπειν.5
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.