previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[342α]

τί δὲ δή; αὐτὴ ἰατρική ἐστιν πονηρά, ἄλλη τις τέχνη ἔσθ᾽ ὅτι προσδεῖταί τινος ἀρετῆςὥσπερ ὀφθαλμοὶ ὄψεως καὶ ὦτα ἀκοῆς καὶ διὰ ταῦτα ἐπ᾽ αὐτοῖς δεῖ τινος τέχνης τῆς τὸ συμφέρον εἰς αὐτὰ ταῦτα σκεψομένης τε καὶ ἐκποριούσηςἆρα καὶ ἐν αὐτῇ τῇ τέχνῃ ἔνι τις πονηρία, καὶ δεῖ ἑκάστῃ τέχνῃ ἄλλης τέχνης ἥτις αὐτῇ τὸ συμφέρον σκέψεται, καὶ τῇ σκοπουμένῃ ἑτέρας αὖ τοιαύτης, καὶ τοῦτ᾽ ἔστιν ἀπέραντον; [342β] αὐτὴ αὑτῇ τὸ συμφέρον σκέψεται; οὔτε αὑτῆς οὔτε ἄλλης προσδεῖται ἐπὶ τὴν αὑτῆς πονηρίαν τὸ συμφέρον σκοπεῖν: οὔτε γὰρ πονηρία οὔτε ἁμαρτία οὐδεμία οὐδεμιᾷ τέχνῃ πάρεστιν, οὐδὲ προσήκει τέχνῃ ἄλλῳ τὸ συμφέρον ζητεῖν ἐκείνῳ οὗ τέχνη ἐστίν, αὐτὴ δὲ ἀβλαβὴς καὶ ἀκέραιός ἐστιν ὀρθὴ οὖσα, ἕωσπερ ἂν ἑκάστη ἀκριβὴς ὅλη ἥπερ ἐστίν; καὶ σκόπει ἐκείνῳ τῷ ἀκριβεῖ λόγῳ: οὕτως ἄλλως ἔχει;

οὕτως, ἔφη, φαίνεται. [342ξ]

οὐκ ἄρα, ἦν δ᾽ ἐγώ, ἰατρικὴ ἰατρικῇ τὸ συμφέρον σκοπεῖ ἀλλὰ σώματι.

ναί, ἔφη.

οὐδὲ ἱππικὴ ἱππικῇ ἀλλ᾽ ἵπποις: οὐδὲ ἄλλη τέχνη οὐδεμία ἑαυτῇοὐδὲ γὰρ προσδεῖταιἀλλ᾽ ἐκείνῳ οὗ τέχνη ἐστίν.

φαίνεται, ἔφη, οὕτως.

ἀλλὰ μήν, Θρασύμαχε, ἄρχουσί γε αἱ τέχναι καὶ κρατοῦσιν ἐκείνου οὗπέρ εἰσιν τέχναι.

συνεχώρησεν ἐνταῦθα καὶ μάλα μόγις.

οὐκ ἄρα ἐπιστήμη γε οὐδεμία τὸ τοῦ κρείττονος συμφέρον σκοπεῖ οὐδ᾽ ἐπιτάττει, ἀλλὰ τὸ τοῦ ἥττονός τε καὶ ἀρχομένου [342δ] ὑπὸ ἑαυτῆς.

συνωμολόγησε μὲν καὶ ταῦτα τελευτῶν, ἐπεχείρει δὲ περὶ αὐτὰ μάχεσθαι: ἐπειδὴ δὲ ὡμολόγησεν, ἄλλο τι οὖν, ἦν δ᾽ ἐγώ, οὐδὲ ἰατρὸς οὐδείς, καθ᾽ ὅσον ἰατρός, τὸ τῷ ἰατρῷ συμφέρον σκοπεῖ οὐδ᾽ ἐπιτάττει, ἀλλὰ τὸ τῷ κάμνοντι; ὡμολόγηται γὰρ ἀκριβὴς ἰατρὸς σωμάτων εἶναι ἄρχων ἀλλ᾽ οὐ χρηματιστής. οὐχ ὡμολόγηται;

συνέφη.

οὐκοῦν καὶ κυβερνήτης ἀκριβὴς ναυτῶν εἶναι ἄρχων ἀλλ᾽ οὐ ναύτης; [342ε]

ὡμολόγηται.

οὐκ ἄρα γε τοιοῦτος κυβερνήτης τε καὶ ἄρχων τὸ τῷ κυβερνήτῃ συμφέρον σκέψεταί τε καὶ προστάξει, ἀλλὰ τὸ τῷ ναύτῃ τε καὶ ἀρχομένῳ.

συνέφησε μόγις.

οὐκοῦν, ἦν δ᾽ ἐγώ, Θρασύμαχε, οὐδὲ ἄλλος οὐδεὶς ἐν οὐδεμιᾷ ἀρχῇ, καθ᾽ ὅσον ἄρχων ἐστίν, τὸ αὑτῷ συμφέρον σκοπεῖ οὐδ᾽ ἐπιτάττει, ἀλλὰ τὸ τῷ ἀρχομένῳ καὶ ἂν αὐτὸς δημιουργῇ, καὶ πρὸς ἐκεῖνο βλέπων καὶ τὸ ἐκείνῳ συμφέρον καὶ πρέπον, καὶ λέγει λέγει καὶ ποιεῖ ποιεῖ ἅπαντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: