previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[22] καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Μιθριδάτην: Ῥωμαῖοι δ᾽ ἐξ οὗ τῆς πρώτης αὐτοῦ ὁρμῆς τε καὶ ἐς τὴν Ἀσίαν ἐσβολῆς ἐπύθοντο, στρατεύειν ἐπ᾽ αὐτὸν ἐψηφίσαντο, καίπερ ἀσχολούμενοι στάσεσιν ἀτρύτοις ἐν τῇ πόλει καὶ οἰκείῳ πολέμῳ χαλεπῷ, τῆς Ἰταλίας ἀφισταμένης σχεδὸν ἁπάσης ἀνὰ μέρος. κληρουμένων δὲ τῶν ὑπάτων, ἔλαχε μὲν Κορνήλιος Σύλλας ἄρχειν τῆς Ἀσίας καὶ πολεμεῖν τῷ Μιθριδάτῃ, χρήματα δ᾽ οὐκ ἔχοντες αὐτῷ ἐσενεγκεῖν, ἐψηφίσαντο πραθῆναι ὅσα Νουμᾶς Πομπίλιος βασιλεὺς ἐς θυσίας θεῶν διετέτακτο. τοσήδε μὲν ἦν τότε πάντων ἀπορία καὶ ἐς πάντα φιλοτιμία. καὶ τινα αὐτῶν ἔφθασε πραθῆναι καὶ συνενεγκεῖν χρυσίου λίτρας ἐνακισχιλίας, ἃς μόνας ἐς τηλικοῦτον πόλεμον ἔδοσαν.

Σύλλαν μὲν οὖν ἐς πολὺ αἱ στάσεις κατέσχον, ὡς ἐν τοῖς ἐμφυλίοις συγγέγραπται: ἐν τούτῳ δ᾽ Μιθριδάτης ἐπί τε Ῥοδίους ναῦς πλείονας συνεπήγνυτο, καὶ σατράπαις ἅπασι καὶ πόλεων ἄρχουσι δι᾽ ἀπορρήτων ἔγραφε, τριακοστὴν ἡμέραν φυλάξαντας ὁμοῦ πάντας ἐπιθέσθαι τοῖς παρὰ σφίσι Ῥωμαίοις καὶ Ἰταλοῖς, αὐτοῖς τε καὶ γυναιξὶν αὐτῶν καὶ παισὶ καὶ ἀπελευθέροις ὅσοι γένους Ἰταλικοῦ, κτείναντάς τε ἀτάφους ἀπορρῖψαι, καὶ τὰ ὄντα αὐτοῖς μερίσασθαι πρὸς βασιλέα Μιθριδάτην. ἐπεκήρυξε δὲ καὶ ζημίαν τοῖς καταθάπτουσιν αὐτοὺς ἐπικρύπτουσι, καὶ μήνυτρα τοῖς ἐλέγχουσιν τοὺς κρυπτομένους ἀναιροῦσι, θεράπουσι μὲν ἐπὶ δεσπότας ἐλευθερίαν, χρήσταις δ᾽ ἐπὶ δανειστὰς ἥμισυ τοῦ χρέους. τάδε μὲν δὴ δι᾽ ἀπορρήτων Μιθριδάτης ἐπέστελλεν ἅπασιν ὁμοῦ, καὶ τῆς ἡμέρας ἐπελθούσης συμφορῶν ἰδέαι ποικίλαι κατὰ τὴν Ἀσίαν ἦσαν, ὧν ἔνια τοιάδε ἦν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: