previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δαρεῖον ἀκούω τὸν Ὑστάσπου φαρετροφόρον Κύρου γενέσθαι. δὲ τελευταῖος Δαρεῖος, ὑπὸ Ἀλεξάνδρου νικηθεὶς, δοῦλος ἦν. Ἀρχέλαος δὲ Μακεδόνων βασιλεὺς δούλης υἱὸς ἦν τῆς Σιμίχης. Μενέλαος Φιλίππου πάππος ἐς τοὺς νόθους ἐτέλει. δὲ τούτου υἱὸς Ἀμύντας ὑπηρέτης Ἀερόπου καὶ δοῦλος ἐπεπίστευτο. Περσεὺς δέ, ὃν καθεῖλε Παῦλος Ῥωμαῖος, Ἀργεῖος μὲν γένος ἦν, ἀδόξου δέ τινος υἱός. Εὐμένης δὲ πατρὸς ἀπόρου καὶ τυμβαύλου πεπίστευται γενέσθαι. Ἀντίγονος Φιλίππου, καὶ ἑτερόφθαλμος καὶ ἐκ τούτου Κύκλωψ προσαγορευθείς, αὐτουργὸς ἦν. Πολυσπέρχων δὲ ἐλῄστευε. Θεμιστοκλῆς δέ, τοὺς βαρβάρους καταναυμαχήσας καὶ μόνος συνεὶς τὰς τῶν θεῶν ἐν τοῖς χρησμοῖς φωνάς, Θρᾴττης υἱὸς ἦν, καὶ ἐκαλεῖτο μήτηρ αὐτοῦ Ἀβρότονον. Φωκίων δὲ Χρηστὸς ἐπικληθεὶς πατρὸς μὲν δοίδυκας ἐργαζομένου ἦν, Δημήτριον δὲ τὸν Φαληρέα οἰκότριβα γενέσθαι λέγουσιν ἐκ τῆς οἰκίας τῆς Τιμοθέου καὶ Κόνωνος. Ὑπερβόλου δὲ καὶ Κλεοφῶντος καὶ Δημάδου, καίτοι προστατῶν γενομένων τοῦ δήμου τῶν Ἀθηναίων, οὐδεὶς ἂν εἴποι ῥᾳδίως τοὺς πατέρας. Καλλικρατίδας γε μὴν καὶ Γύλιππος καὶ [p. 135] Λύσανδρος ἐν Λακεδαίμονι Μόθακες ἐκαλοῦντο. ὄνομα δὲ ἦν ἄρα τοῦτο τοῖς τῶν εὐπόρων δούλοις, οὓς συνεξέπεμπον τοῖς υἱοῖς οἱ πατέρες συναγωνιουμένους ἐν τοῖς γυμνασίοις. δὲ συγχωρήσας τοῦτο Λυκοῦργος τοῖς ἐμμείνασι τῇ τῶν παίδων ἀγωγῇ πολιτείας Λακωνικῆς μεταλαγχάνει. καὶ Ἐπαμεινώνδας δὲ πατρὸς ἦν ἀφανοῦς. Κλέων δὲ Σικυωνίων τύραννος καταποντιστὴς ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: