Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συνουσία ποτὲ ἐγένετο Διονυσίῳ τῷ δευτέρῳ καὶ Φιλίππῳ τῷ Ἀμύντου. πολλοὶ μὲν οὖν ὡς τὸ εἰκὸς καὶ ἄλλοι λόγοι ἐπέρρευσαν, ἐν δὲ τοῖς καὶ ἐκεῖνο ἤρετο ὁ Φίλιππος τὸν Διονύσιον, πῶς τοσαύτην παρὰ τοῦ πατρὸς λαβὼν ἀρχὴν εἶτα οὐ διεσώσατο αὐτήν; ὃ δὲ ἀπεκρίνατο οὐκ ἔξω μέλους ὅτι ῾τὰ μὲν ἄλλα μοι κατέλιπεν ὁ πατήρ, τὴν δὲ τύχην, ᾗ ταῦτα ἐκτήσατο καὶ διεφύλαξεν, οὐκέτι.᾿
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.