Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἱππόμαχός φασιν ὁ γυμναστὴς ἐπεὶ πάλαισμά τι ὁ ἀθλητὴς ὁ ὑπ᾽ αὐτῷ γυμναζόμενος ἐπάλαισεν, εἶτα ὁ πᾶς ὄχλος ὁ περιεστὼς ἐξεβόησε, καθίκετο αὐτοῦ τῇ ῥάβδῳ καὶ εἶπεν ῾ἀλλὰ σύ γε κακῶς καὶ οὐχ ὡς ἐχρῆν ἐποίησας ὅπερ ἐχρῆν ἄμεινον γενέσθαι: οὐ γὰρ ἂν ἐπῄνεσαν οὗτοι τεχνικόν σε δράσαντά τι,᾿ αἰνιττόμενος ὅτι τοὺς εὖ καὶ καλῶς ἕκαστα δρῶντας οὐ τοῖς πολλοῖς ἀλλὰ τοῖς ἔχουσιν νοῦν θεωρητικὸν τῶν δρωμένων ἀρέσκειν δεῖ. ἔοικε δὲ καὶ Σωκράτης [p. 20] τὴν τῶν πολλῶν ἐκφαυλίζειν κρίσιν ἐν τῇ συνουσίᾳ τῇ πρὸς Κρίτωνα, ὅτε ἀφίκετο ὁ Κρίτων ἐς τὸ δεσμωτήριον, καὶ δὴ ἔπειθεν αὐτὸν ἀποδρᾶναι καὶ τὴν τῶν Ἀθηναίων τὴν κατ᾽ αὐτοῦ κρίσιν διαφθεῖραι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.