previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] εὐθὺς οὖν ἅπαντα ἐκεῖνα ἐσαλεύετο καὶ ὑπὸ τῆς ἐπῳδῆς τοὔδαφος ἀνερρήγνυτο καὶ ὑλακὴ τοῦ Κερβέρου πόρρωθεν ἠκούετο καὶ τὸ πρᾶγμα ὑπερκατηφὲς ἦν καὶ σκυθρωπόν. ἔδδεισεν δ᾽ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύςκατεφαίνετο γὰρ ἤδη τὰ πλεῖστα, καὶ λίμνη καὶ Πυριφλεγέθων καὶ τοῦ Πλούτωνος τὰ βασίλεια. κατελθόντες δ᾽ ὅμως διὰ τοῦ χάσματος τὸν μὲν Ῥαδάμανθυν εὕρομεν τεθνεῶτα μικροῦ δεῖν ὑπὸ τοῦ δέους: δὲ Κέρβερος ὑλάκτησε μέν τι καὶ παρεκίνησε, ταχὺ δέ μου κρούσαντος τὴν λύραν παραχρῆμα ἐκηλήθη ὑπὸ τοῦ μέλους. ἐπεὶ δὲ πρὸς τὴν λίμνην ἀφικόμεθα, μικροῦ μὲν οὐδὲ ἐπεραιώθημεν: ἦν γὰρ πλῆρες ἤδη τὸ πορθμεῖον καὶ οἰμωγῆς ἀνάπλεων, τραυματίαι δὲ πάντες [p. 90] ἐπέπλεον, μὲν τὸ σκέλος, δὲ τὴν κεφαλήν, δὲ ἄλλο τι συντετριμμένος, ἐμοὶ δοκεῖν, ἔκ τινος πολέμου παρόντες. ὅμως δ᾽ οὖν βέλτιστος Χάρων ὡς εἶδε τὴν λεοντῆν, οἰηθείς με τὸν Ἡρακλέα εἶναι, εἰσεδέξατο καὶ διεπόρθμευσέν τε ἄσμενος καὶ ἀποβᾶσι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: