This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ἐγὼ δὲ — καὶ γὰρ ἤδη ὀψὲ ἦν — ‘ἄγε δή, ὦ Μιθροβαρζάνη,’ φημί, ‘τί διαμέλλομεν καὶ οὐκ ἄπιμεν αὖθις εἰς τὸν βίον ;’ ὁ δὲ πρὸς ταῦτα, ‘θάρρει,’ φησίν, ‘ὦ Μένιππε: ταχεῖαν γάρ σοι καὶ ἀπράγμονα ὑποδείξω ἀτραπόν.’ καὶ δὴ
ἀγαγών με πρός τι χωρίον τοῦ ἄλλου ζοφερώτερον δείξας τῇ χειρὶ πόρρωθεν ἀμαυρὸν καὶ λεπτὸν
ὥσπερ διὰ κλειθρίας φῶς εἰσρέον, ‘ ἐκεῖνο,’ ἔφη, ‘ ἐστὶν τὸ ἱερὸν τὸ Τροφωνίου, κἀκεῖθεν κατίασιν
οἱ ἀπὸ Βοιωτίας. ταύτην οὖν ἄνιθι καὶ εὐθὺς ἔσῃ ἐπὶ τῆς Ἑλλάδος.’ ἡσθεὶς δὲ τοῖς εἰρημένοις ἐγὼ καὶ τὸν μάγον ἀσπασάμενος χαλεπῶς μάλα διὰ τοῦ στομίου ἀνερπύσας οὐκ οἶδ᾽ ὅπως ἐν Λεβαδείᾳ γίγνομαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.