previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12] δ᾽ οὖν Μίνως ἐπιμελῶς ἐξετάζων ἀπέπεμπεν ἕκαστον εἰς τὸν τῶν ἀσεβῶν χῶρον δίκην ὑφέξοντα κατ᾽ ἀξίαν τῶν τετολμημένων, καὶ μάλιστα ἐκείνων ἥπτετο τῶν ἐπὶ πλούτοις τε καὶ ἀρχαῖς τετυφωμένων καὶ μονονουχὶ καὶ προσκυνεῖσθαι περιμενόντων, τήν τε ὀλιγοχρόνιον ἀλαζονείαν αὐτῶν καὶ τὴν ὑπεροψίαν μυσαττόμενος, καὶ ὅτι μὴ ἐμέμνηντο θνητοί τε ὄντες αὐτοὶ καὶ θνητῶν ἀγαθῶν τετυχηκότες., οἳ δὲ ἀποδυσάμενοι τὰ λαμπρὰ ἐκεῖνα πάντα, πλούτους λέγω καὶ γένη καὶ δυναστείας, γυμνοὶ κάτω νενευκότες παρειστήκεσαν ὥσπερ τινὰ ὄνειρον ἀναπεμπαζόμενοι τὴν παρ᾽ ἡμῖν εὐδαιμονίαν ὥστ᾽ ἔγωγε ταῦτα ὁρῶν ὑπερέχαιρον καὶ εἴ τινα γνωρίσαιμι αὐτῶν, προσιὼν ἂν ἡσυχῇ πως ὑπεμίμνησκον οἷος ἦν παρὰ τὸν βίον καὶ ἡλίκον ἐφύσα τότε, ἡνίκα [p. 94] πολλοὶ μὲν ἕωθεν ἐπὶ τῶν πυλώνων παρειστήκεσαν τὴν πρόοδον αὐτοῦ περιμένοντες ὠθούμενοί τε καὶ ἀποκλειόμενοι πρὸς τῶν οἰκετῶν δὲ μόλις ἄν ποτε ἀνατείλας αὐτοῖς πορφυροῦς τις περίχρυσος διαποίκιλος εὐδαίμονας ᾤετο καὶ μακαρίους ἀποφαίνειν τοὺς προσειπόντας, εἰ ^ τὸ στῆθος τὴν δεξιὰν προτείνων δοίη καταφιλεῖν. ἐκεῖνοι μὲν οὖν ἠνιῶντο ἀκούοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: