previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀπολλωνιάται πόλιν οἰκοῦσι γείτονα Ἐπιδάμνου ἐν τῷ Ἰονίῳ κόλπῳ. καὶ ἐν τοῖς πλησίον αὐτῆς χωρίοις ἄσφαλτός ἐστιν ὀρυκτὴ καὶ πίττα τὸν αὐτὸν ἐκ τῆς γῆς ἀνατέλλουσα τρόπον, ὃν καὶ αἱ πλεῖσται πηγαὶ τῶν ὑδάτων. οὐ πόρρω δὲ καὶ τὸ ἀθάνατον δείκνυται πῦρ. δὲ καόμενος τόπος ἐστὶν ὀλίγος καὶ οὐκ ἐς μέγα διήκει καὶ ἔχει περίβολον οὐ πολύν, ὄζει δὲ θείου καὶ στυπτηρίας. καὶ περὶ αὐτόν ἐστι [p. 151] δένδρα εὐθαλῆ καὶ πόα χλωρά: καὶ τὸ πῦρ πλησίον ἐνακμάζον οὐδὲν λυπεῖ οὔτε τὴν τῶν φυτῶν βλάστην οὔτε τὴν τεθηλυῖαν πόαν. κάεται δὲ τὸ πῦρ καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν, καὶ διέλιπεν οὐδέποτε, ὡς Ἀπολλωνιάται λέγουσι, πρὶν τοῦ πολέμου τοῦ πρὸς Ἰλλυριοὺς συμβάντος αὐτοῖς. ὅτι Ἀπολλωνιάται ξενηλασίας ἐποίουν κατὰ τὸν Λακεδαιμόνιον νόμον, Ἐπιδάμνιοι δὲ ἐπιδημεῖν καὶ μετοικεῖν παρεῖχον τῷ βουλομένῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), XENELA´SIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: