Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6] εἰ δὲ μὴ καὶ ἐπὶ τοῖς ἱματίοις διεφθάρη, ἀλλ᾽ ἑτέρους ἰδὼν ἄλλο τι κακὸν ποιοῦντας, ἵνα μὴ μηνυτὴς τοῦ ἀδικήματος γένηται, ἀπέθανεν ὑπ᾽ αὐτῶν, τίς οἶδε; τοὺς δὲ μὴ πολὺ ἧσσον ἐμοῦ μισοῦντας αὐτόν—ἦσαν δὲ πολλοί—πῶς οὐκ εἰκὸς ἦν ἐμοῦ μᾶλλον διαφθεῖραι αὐτόν; ἐκείνοις μὲν γὰρ φανερὰ ἦν ἡ ὑποψία εἰς ἐμὲ ἰοῦσα, ἐγὼ δὲ ὑπὲρ ἐκείνων ὑπαίτιος ἐσόμενος σαφῶς ᾔδη.