Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6] ὡς δ᾽ οὐκ ἐλάσσω ἀλλὰ πολὺ μείζω τὸν ἀπὸ τῆς γραφῆς κίνδυνον ἢ τόνδε ἡγεῖτο εἶναι, διδάξω. τὸ μὲν ἁλῶναι καὶ ἀποφυγεῖν ἀμφοτέρας τὰς διώξεις ἐν ἴσαις ἐλπίσι θῶμεν αὐτῷ εἶναι. μὴ παραχθῆναι δὲ τὴν γραφὴν οὐδεμίαν ἐλπίδα εἶχε τούτου γε ζῶντος: οὐ γὰρ ἂν ἐπείθετο αὐτῷ: εἰς1 δὲ τόνδε τὸν ἀγῶνα2 ἥξειν οὐκ ἤλπισε: λήσειν γὰρ ἐδόκει ἀποκτείνας αὐτόν.