Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4] οὐκ ὀρθῶς δὲ τὴν τοῦ ἀκολούθου μαρτυρίαν ἄπιστον λέγουσιν εἶναι. οὐ γὰρ ἐπὶ ταῖς τοιαύταις μαρτυρίαις βασανίζονται, ἀλλ᾽ ἐλεύθεροι ἀφίενται: ὁπόταν δὲ ἢ κλέψαντες ἀπαρνῶνται ἢ συγκρύπτωσι τοῖς δεσπόταις, τότε βασανίζοντες ἀξιοῦμεν τἀληθῆ λέγειν αὐτούς.