Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[73]
οὐ μέντοι λέγω μηδὲν αὐτοὺς ὑπὲρ αὑτῶν ἀναγκαῖον ἐθέλοντας ποιεῖν, τοὺς ἄλλους παρακαλεῖν: καὶ γὰρ εὔηθες τὰ οἰκεῖ᾽ αὐτοὺς προϊεμένους τῶν ἀλλοτρίων φάσκειν κήδεσθαι, καὶ τὰ παρόντα περιορῶντας ὑπὲρ τῶν μελλόντων τοὺς ἄλλους φοβεῖν. οὐ λέγω ταῦτα, ἀλλὰ τοῖς μὲν ἐν Χερρονήσῳ χρήματ᾽ ἀποστέλλειν φημὶ δεῖν καὶ τἄλλ᾽ ὅσ᾽ ἀξιοῦσι ποιεῖν, αὐτοὺς δὲ παρασκευάζεσθαι, τοὺς δ᾽ ἄλλους Ἕλληνας συγκαλεῖν, συνάγειν, διδάσκειν, νουθετεῖν: ταῦτ᾽ ἐστὶν πόλεως ἀξίωμ᾽ ἐχούσης ἡλίκον ὑμῖν ὑπάρχει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.