Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
πολλοῦ γε καὶ δεῖ, ἀλλ᾽ ἀφ᾽ ἧς ἡμέρας ἀνεῖλε Φωκέας, ἀπὸ ταύτης ἔγωγ᾽ αὐτὸν πολεμεῖν ὁρίζομαι. ὑμᾶς δ᾽, ἐὰν ἀμύνησθ᾽ ἤδη, σωφρονήσειν φημί, ἐὰν δ᾽ ἐάσητε, οὐδὲ τοῦθ᾽ ὅταν βούλησθε δυνήσεσθαι ποιῆσαι. καὶ τοσοῦτόν γ᾽ ἀφέστηκα τῶν ἄλλων, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν συμβουλευόντων, ὥστ᾽ οὐδὲ δοκεῖ μοι περὶ Χερρονήσου νῦν σκοπεῖν οὐδὲ Βυζαντίου, ἀλλ᾽ ἐπαμῦναι μὲν τούτοις,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.