Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[61]
ὁρῶν δὲ ταῦθ᾽ ὁ δῆμος ὁ τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δ᾽ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δ᾽ ἐπιτήδειον ταῦτα παθεῖν ἔφη καὶ ἐπέχαιρεν. μετὰ ταῦθ᾽ οἱ μὲν ἐπ᾽ ἐξουσίας ὁπόσης ἐβούλοντ᾽ ἔπραττον ὅπως ἡ πόλις ληφθήσεται, καὶ κατεσκευάζοντο τὴν πρᾶξιν: τῶν δὲ πολλῶν εἴ τις αἴσθοιτο, ἐσίγα καὶ κατεπέπληκτο, τὸν Εὐφραῖον οἷ᾽ ἔπαθεν μεμνημένοι. οὕτω δ᾽ ἀθλίως διέκειντο, ὥστ᾽ οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόντος ῥῆξαι φωνήν, πρὶν διασκευασάμενοι πρὸς τὰ τείχη προσῇσαν οἱ πολέμιοι: τηνικαῦτα δ᾽ οἱ μὲν ἠμύνοντο, οἱ δὲ προὐδίδοσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.