Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Θρᾳξὶ νομοθετεῖν τοῖς σεαυτοῦ πολίταις ἢ τοῖς
ἀναισθήτοις Γαλάταις, οἵ σε ἐπαιδοτρίβησαν
καθ̓ ἡμῶν ‘πρίνινον, σφενδάμνινον,’ οὐκέτι
μέντοι καὶ ‘Μαραθωνομάχον,’ ἀλλ̓ Ἀχαρνέα
μὲν ἐξ ἡμισείας, ἀηδῆ δ̓ ἄνδρα παντάπασι καὶ
ἄνθρωπον ἄχαριν. οὐ κρεῖττον ἦν ὀδωδέναι μύρων
τὴν ἀγορὰν βαδίζοντός σου καὶ παῖδας ἡγεῖσθαι
καλούς, εἰς οὓς ἀποβλέψουσιν οἱ πολῖται, καὶ
χοροὺς γυναικῶν, ὁποῖοι παῤ ἡμῖν ἵστανται καθ̓
ἑκάστην ἡμέραν;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.