Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ οὐχ ἡ πόλις μόνον ἐπὶ τοῦτο συρρεῖ, οἱ
πλεῖστοι δὲ καὶ ἐκ τῶν ἀγρῶν συντρέχουσιν,
ὃ μόνον ἐστὶν εὑρεῖν πολὺ καὶ εὔωνον, ἄρτους
ὠνούμενοι. καίτοι τίς μέμνηται παῤ ὑμῖν εὐθηνουμένης
τῆς πόλεως πεντεκαίδεκα μέτρα σίτου
πραθέντα τοῦ χρυσοῦ; ταύτης ἕνεκεν ὑμῖν ἀπηχθόμην
ἐγὼ τῆς πράξεως, ὅτι τὸν οἶνον ὑμῖν
οὐκ ἐπέτρεψα καὶ τὰ λάχανα καὶ τὰς ὀπώρας
ἀποδόσθαι χρυσοῦ, καὶ τὸν ὑπὸ τῶν πλουσίων
ἀποκεκλεισμένον ἐν ταῖς ἀποθήκαις σῖτον ἄργυρον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.