Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑμῖν φαίνομαι τὸν κόσμον ἀνατρέπειν. εὖ γὰρ
ἴστε ὅτι πρὸς τοὺς τοιούτους ἡ πρᾳότης αὔξει
καὶ τρέφει τὴν ἐν τοῖς ἀνθρώποις κακίαν.
Ὁ λόγος οὖν μοι καὶ ἐνταῦθα περιίσταται πάλιν
εἰς ὅπερ βούλομαι. πάντων γὰρ ἐμαυτῷ τῶν κακῶν
αἴτιος γίγνομαι εἰς ἀχάριστα καταθέμενος ἤθη
τὰς χάριτας. ἀνοίας οὖν ἐστι τῆς ἐμῆς τοῦτο
καὶ οὐ τῆς ὑμετέρας ἐλευθερίας. ἐγὼ μὲν δὴ
τὰ πρὸς ὑμᾶς εἶναι πειράσομαι τοῦ λοιποῦ συνετώτερος:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.