Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἔστι 1 δήπου καὶ γένος ἐξηρτημένον ἀρχῆς
μιᾶς καὶ δύναμίν 2 τινα καὶ κοινωνίαν διαπεφυκυῖαν ἀναφερούσης καὶ τὸ
γεννηθὲν οὐχ ὥς τι δημιούργημα πεποιημένον
ἀπήλλακται τοῦ γεννήσαντος: ἐξ αὐτοῦ γὰρ οὐχ ὑπ᾽ αὐτοῦ γέγονεν:
ὥστ᾽ ἔχει τι καὶ φέρεται τῶν ἐκείνου μέρος ἐν ἑαυτῷ καὶ
κολαζόμενον προσηκόντως καὶ τιμώμενον. εἰ δὲ μὴ δόξαιμι παίζειν, ἐγὼ
φαίην ἂν ἀνδριάντα Κασάνδρου καταχαλκευόμενον 3 ὑπ᾽ Ἀθηναίων πάσχειν ἀδικώτερα καὶ τὸ Διονυσίου σῶμα μετὰ
τὴν τελευτὴν ἐξοριζόμενον [p. 446] ὑπὸ Συρακοσίων 4 ἢ τοὺς
ἐκγόνους αὐτῶν δίκην τίνοντας. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.