Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὥστ᾽ ἢ παντάπασιν ἐξαλεῖψαι καὶ
διαφυγεῖν ἐγγενῆ κηλῖδα τῆς κακίας, ἢ διαλαθεῖν πολὺν χρόνον, οἷον
ἔλυτρόν τι ἑαυτῇ τὴν πανουργίαν
περιβαλοῦσα, διαλαθεῖν δ᾽ ἡμᾶς τοὺς ὥσπερ ὑπὸ πληγῆς ἢ δήγματος
ἑκάστου τῶν ἀδικημάτων μόλις αἰσθανομένους τῆς κακίας, μᾶλλον δ᾽ ὅλως
τότε γίγνεσθαι νομίζοντας ἀδίκους ὅτ᾽ ἀδικοῦσιν, ἀκολάστους ὅθ᾽
ὑβρίζουσιν καὶ ἀνάνδρους ὅτε φεύγουσιν
ὥσπερ εἴ τις οἴοιτο τοῖς 1 σκορπίοις ἐμφύεσθαι τὸ κέντρον ὅτε
τύπτουσι, καὶ ταῖς ἐχίδναις τὸν ἰὸν ὅτε δάκνουσιν: εὐήθως οἰόμενος:
οὐ γὰρ ἅμα γίγνεται καὶ φαίνεται τῶν πονηρῶν ἕκαστος, ἀλλ᾽ ἔχει μὲν
ἐξ ἀρχῆς τὴν κακίαν χρῆται δὲ καιροῦ καὶ
δυνάμεως ἐπιλαβόμενος ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.