Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀρετῆς περιβαλόμενοι
διεβίωσαν κακίᾳ λανθανούσῃ, τούτους ἐπιπόνως 1 καὶ , ὀδυνηρῶς ἠνάγκαζον
ἕτεροι περιεστῶτες ἐκτρέπεσθαι τὰ ἐντὸς ἔξω τῆς ψυχῆς, ἰλυσπωμένους
παρὰ φύσιν καὶ ἀνακαμπτομένους, ὥσπερ αἱ θαλάττιαι σκολόπενδραι
καταπιοῦσαι τὸ ἄγκιστρον ἐκτρέπουσιν ἑαυτάς:
ἐνίους δ᾽ ἀναδέροντες αὐτῶν καὶ ἀναπτύσσοντες ἀπεδείκνυσαν ὑπούλους καὶ
ποικίλους, ἐν τῷ λογιστικῷ καὶ κυρίῳ τὴν μοχθηρίαν ἔχοντας. ἄλλας δ᾽
ἔφη ψυχὰς ἰδεῖν, ὥσπερ τὰς ἐχίδνας περιπεπλεγμένας σύνδυο καὶ σύντρεις
καὶ πλείονας, ἀλλήλας ἐσθιούσας ὑπὸ
μνησικακίας καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.