Δῆμος
ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,
ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.
Ἀλλαντοπώλης
τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις:
1365τὰ δ᾽ ἄλλα, φέρ᾽ ἴδω, πῶς πολιτεύσει φράσον.
Δῆμος
πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,
καταγομένοις τὸν μισθὸν ἀποδώσω 'ντελῆ.
Ἀλλαντοπώλης
πολλοῖς γ᾽ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.
Δῆμος
ἔπειθ᾽ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
1370οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,
ἀλλ᾽ ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.