Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κλέων
οἶδ᾽ ἐγὼ τὸ πρᾶγμα τοῦθ᾽ ὅθεν πάλαι καττύεται. Ἀλλαντοπώλης
315εἰ δὲ μὴ σύ γ᾽ οἶσθα κάττυμ᾽, οὐδ᾽ ἐγὼ χορδεύματα,
ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν. Δημοσθένης
νὴ Δία κἀμὲ τοῦτ᾽ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
320πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν:
πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.