Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
τὸ πνεῦμ᾽ ἔλαττον γίγνεται. Κλέων
φεύξει γραφὰς ...
ἑκατονταλάντους τέτταρας. Ἀλλαντοπώλης
σὺ δ᾽ ἀστρατείας γ᾽ εἴκοσιν,
κλοπῆς δὲ πλεῖν ἢ χιλίας. Κλέων
445ἐκ τῶν ἀλιτηρίων σέ φημι
γεγονέναι τῶν τῆς θεοῦ. Ἀλλαντοπώλης
τὸν πάππον εἶναί φημί σου
τῶν δορυφόρων — Κλέων
ποίων; φράσον. Ἀλλαντοπώλης
τῶν Βυρσίνης τῆς Ἱππίου. Κλέων
450κόβαλος εἶ. Ἀλλαντοπώλης
πανοῦργος εἶ. Χορός
παῖ᾽ ἀνδρικῶς. Κλέων
ἰοὺ ἰού,
τύπτουσί μ᾽ οἱ ξυνωμόται. Χορός
παῖ᾽ αὐτὸν ἀνδρειότατα, καὶ
γάστριζε καὶ τοῖς ἐντέροις
455καὶ τοῖς κόλοις,
χὤπως κολᾷ τὸν ἄνδρα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.