Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
καὶ τὸ μὲν πλῆθος τῆς οὐσίας τοῦτ᾽ ἦν τὸ καταλειφθέν, ὦ ἄνδρες δικασταί. ὅσα δ᾽ αὐτῆς διακέκλεπται καὶ ὅσ᾽ ἰδίᾳ ἕκαστος εἴληφεν καὶ ὁπόσα κοινῇ πάντες ἀποστεροῦσιν, οὐκ ἐνδέχεται πρὸς ταὐτὸ ὕδωρ εἰπεῖν, ἀλλ᾽ ἀνάγκη χωρὶς ἕκαστον διελεῖν ἐστίν. ἃ μὲν οὖν Δημοφῶν ἢ Θηριππίδης ἔχουσι τῶν ἐμῶν, τότ᾽ ἐξαρκέσει περὶ αὐτῶν εἰπεῖν, ὅταν κατ᾽ αὐτῶν τὰς γραφὰς ἀπενέγκωμεν: ἃ δὲ τοῦτον ἔχοντ᾽ ἐξελέγχουσιν ἐκεῖνοι καὶ ἐγὼ οἶδ᾽ αὐτὸν εἰληφότα, περὶ τούτων ἤδη ποιήσομαι τοὺς λόγους πρὸς ὑμᾶς. πρῶτον μὲν οὖν ὡς ἔχει τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, τοῦθ᾽ ὑμῖν ἐπιδείξω, μετὰ δὲ ταῦτα καὶ περὶ τῶν ἄλλων, ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.