Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[59]
ἐμοὶ δ᾽ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐν δέκ᾽ ἔτεσιν πρὸς τὸν χρόνον τε καὶ τὴν ἐκείνου μίσθωσιν πλέον ἢ τριπλάσια κατὰ τὸ εἰκὸς προσῆκον γενέσθαι, τοῦτο διὰ τί οὐκ ἐποίησεν, ἐρωτᾶτ᾽ αὐτόν. εἰ μὲν γάρ φησι βέλτιον εἶναι μὴ μισθωθῆναι τὸν οἶκον, δειξάτω μὴ διπλάσια μηδὲ τριπλάσιά μοι γεγενημένα, ἀλλ᾽ αὐτὰ τὰ ἀρχαῖ᾽ ἐμοὶ πάντ᾽ ἀποδεδομένα. εἰ δ᾽ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐμοὶ μὲν μηδ᾽ ἑβδομήκοντα μνᾶς παραδεδώκασιν, ὁ δὲ καὶ πρὸς ὀφείλοντά μ᾽ αὑτῷ ἀπέγραψεν, πῶς ἀποδέξασθαί τι προσήκει τούτων λεγόντων; οὐδαμῶς δήπουθεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.