Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[68]
δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, μνησθέντας καὶ τῶν νόμων καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, βοηθῆσαι ἡμῖν τὰ δίκαια, καὶ μὴ περὶ πλείονος τὰς τούτου δεήσεις ἢ τὰς ἡμετέρας ποιήσασθαι. δίκαιοι δ᾽ ἔστ᾽ ἐλεεῖν οὐ τοὺς ἀδίκους τῶν ἀνθρώπων, ἀλλὰ τοὺς παραλόγως δυστυχοῦντας, οὐδὲ τοὺς ὠμῶς οὕτως τἀλλότρι᾽ ἀποστεροῦντας, ἀλλ᾽ ἡμᾶς τοὺς πολὺν χρόνον ὧν ὁ πατὴρ ἡμῖν κατέλιπεν στερομένους καὶ πρὸς ὑπὸ τούτων ὑβριζομένους καὶ νῦν περὶ ἀτιμίας κινδυνεύοντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.